Ancient Greek · ~2 min
2.229 to 2.230
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.229-230
Not analysed yet
ὁ δ’ ἐπακούσας θεσπίζει λόγιον οὐ περὶ ὧν ἐνετεύχθη μόνον ἀλλὰ καὶ περὶ τῶν αὖθίς ποτε γενησομένων, εἰ ταῖς αὐταῖς χρήσαιντο συντυχίαις· ἐπιδαψιλευόμενος δὲ καὶ περὶ τῶν κατ’ ἄλλας αἰτίας οὐ δυνηθέντων ἱερουργῆσαι μετὰ παντὸς τοῦ ἔθνους προσεπιθεσπίζει. τίνα οὖν ἐστι τὰ περὶ τούτων χρησθέντα λόγια, μηνυτέον. „συγγενικὸν“ φησί „πένθος ἀναγκαία μὲν τοῖς ἀφ’ αἵματος ἀνία, γράφεται δ’ οὐκ ἐν πλημμελείαις.