Ancient Greek · ~2 min
2.268 to 2.269
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.268-269
Not analysed yet
μετὰ ταῦτα τρίτον ἀναφθέγγεται χρησμὸν τερατωδέστατον, δηλῶν ὅτι τῇ ἑβδόμῃ τὴν εἰωθυῖαν ὁ ἀὴρ οὐ παρέξει τροφὴν καὶ οὐδὲν ἐπὶ γῆν ἀλλ’ οὐδὲ τὸ βραχύτατον ὡς ἔθος ἐνεχθήσεται. τοῦτ’ ἀπέβαινεν ἔργοις· τῇ μὲν γὰρ προτεραίᾳ ταῦτα θεσπίζει, τινὲς δὲ τῶν ἀβεβαίων τὸ ἦθος ὥρμησαν ἐπὶ τὴν συγκομιδὴν καὶ σφαλέντες τῆς ἐλπίδος ἐπανῄεσαν ἄπρακτοι, κακίζοντες μὲν ἑαυτοὺς τῆς ἀπιστίας, ἀληθόμαντιν δὲ καὶ θεοφράδμονα καὶ μόνον προορατικὸν τῶν ἀδήλων ἀνακαλοῦντες τὸν προφήτην.