Ancient Greek · ~2 min
Book 2
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.270
Not analysed yet
Τοιαῦτα μέν ἐστιν, ἃ περὶ τῆς οὐρανίου τροφῆς κατεχόμενος ἐθέσπισεν. ἕτερα δ’ ἑξῆς ἀναγκαῖα, καίτοι δόξαντα ἂν παραινέσεσιν ἐοικέναι μᾶλλον ἢ χρησμοῖς, ὧν ἐστι καὶ τὸ χρησθὲν κατὰ τὴν μεγίστην τῶν πατρίων ἐκδιαίτησιν, περὶ ἧς καὶ πρόσθεν εἶπον, ἡνίκα τεκτηνάμενοι ταῦρον χρυσοῦν, Αἰγυπτιακοῦ μίμημα τύφου, χοροὺς ἵστασαν καὶ βωμοὺς κατεσκεύαζον καὶ θυσίας ἀνῆγον ἐκλαθόμενοι τοῦ πρὸς ἀλήθειαν θεοῦ καὶ τὴν προγονικὴν εὐγένειαν, ἣ δι’ εὐσεβείας καὶ ὁσιότητος ηὐξήθη, καθαιροῦντες.