Ancient Greek · ~6 min
2.281 to 2.287
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.281-287
Not analysed yet
ἐπικριθήσεται δὲ τοῦτο τῇ τοῦ βίου τελευτῇ· εἰ μὲν γὰρ θάνατον ἐνδέξονται τὸν κατὰ φύσιν, πέπλασμαι τὰ λόγια, εἰ δὲ καινόν τινα καὶ παρηλλαγμένον, τὸ φιλάληθές μοι μαρτυρηθήσεται. χάσματα γῆς ὁρῶ διηνοιγμένης ἐπὶ μήκιστον εὐρυνόμενα, πολυανθρώπους ἀπολλυμένας συγγενείας, αὐτάνδρους ὑποσυρομένας καὶ καταπινομένας οἰκίας, ζῶντας ἀνθρώπους εἰς ᾅδου κατερχομένους. “ἐπεὶ δ’ ἡσύχασε, ῥήγνυται μὲν ἡ γῆ σεισμῷ τιναχθεῖσα, ῥήγνυται δὲ καθ’ ὃ μάλιστα μέρος αἱ σκηναὶ τῶν ἀσεβῶν ἦσαν, ὡς ὑπενεχθείσας ἀθρόας ἐπικρυφθῆναι· τὰ γὰρ διαστάντα μέρη πάλιν συνῆλθε, τῆς χρείας ἀποτελεσθείσης, ἧς ἕνεκα διεζεύχθη. μικρὸν δ’ ὕστερον τοὺς τῆς στάσεως ἡγεμόνας πεντήκοντα πρὸς τοῖς διακοσίοις ἄνδρας κεραυνοὶ κατασκήψαντες αἰφνίδιον ἀθρόους ἐξανάλωσαν μηδὲν μέρος ὑπολειπόμενοι τῶν σωμάτων, ὃ ταφῆς ἐπιμοιράσεται. τὸ δὲ τῶν τιμωριῶν ἐπάλληλον καὶ τὸ ἑκατέρας μέγεθος διάσημον καὶ περιβόητον ἀπέφηνε τὴν εὐσέβειαν τοῦ προφήτου χρησαμένου θεῷ μάρτυρι τῆς περὶ τοὺς χρησμοὺς ἀληθείας. ἄξιον δὲ κἀκεῖνο μὴ παριδεῖν, ὅτι τὰς κατὰ τῶν ἀσεβῶν κολάσεις διεκληρώσαντο γῆ καὶ οὐρανός, αἱ τοῦ παντὸς ἀρχαί· τὴν γὰρ μοχθηρίαν ἐρρίζωσαν μὲν ἐπὶ γῆς, ἐξέτειναν δ’ εἰς αἰθέρα, τοσοῦτον ὕψος, αὐτὴν διάραντες. ὅθεν καὶ τῶν στοιχείων ἑκάτερον ἐχορήγησε τὰς τιμωρίας, ἡ μὲν ἵν’ ὑποσύρῃ καὶ καταπίῃ τοὺς τότε βαρύνοντας αὐτὴν ῥαγεῖσα καὶ διαστᾶσα, ὁ δ’ ἵνα καταφλέξῃ καὶ διαφθείρῃ πυρὸς πολλοῦ φοράν, καινότατον ὑετόν, ὀμβρήσας. τὸ δὲ τέλος καὶ τοῖς καταποθεῖσι καὶ τοῖς ὑπὸ τῶν κεραυνῶν διεφθαρμένοις ταὐτὸν ἀπέβαινεν· οὐδέτεροι γὰρ ἐφάνησαν, οἱ μὲν ἐπικρυφθέντες γῇ τῇ τοῦ χάσματος συνόδῳ πρὸς τὸ ἰσόπεδον ἑνωθείσῃ, οἱ δ’ ὅλοι δι’ ὅλων ἀναλωθέντες ὑπὸ τοῦ κεραυνίου πυρός.