Ancient Greek · ~7 min
2.274 to 2.280
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.274-280
Not analysed yet
οἱ δ’ αὐτοβοεὶ τρισχιλίους κτείναντες τοὺς ἀρχηγέτας μάλιστα τῆς ἀσεβείας γενομένους οὐκ ἀπελογήσαντο μόνον περὶ τοῦ μὴ συνεφάψασθαι τοῦ τολμήματος, ἀλλὰ καὶ ἐν ἀριστέων τοῖς γενναιοτάτοις ἐνεγράφησαν καὶ γέρως ἠξιώθησαν οἰκειοτάτου ταῖς πράξεσιν, ἱερωσύνης· ἔδει γὰρ θεραπευτὰς ὁσιότητος γενέσθαι τοὺς ὑπὲρ αὐτῆς ἀνδραγαθισαμένους καὶ προπολεμήσαντας. Ἔχω δέ τι μηνῦσαι σημειωδέστερον λόγιον, περὶ οὗ καὶ πάλαι διεξῆλθον, ὅτε τὰ τῆς ἀρχιερωσύνης ἐπῄειν τοῦ προφήτου, ὅπερ αὐτὸς πάλιν κατασχεθεὶς ἀνεφθέγξατο, τελειωθὲν οὐ μακροῖς χρόνοις ὕστερον, ἀλλ’ εὐθὺς ὅτ’ ἐχρησμῳδεῖτο. τῶν περὶ τὸν νεὼν λειτουργῶν δύο τάξεις εἰσίν, ἡ μὲν κρείσσων ἱερέων, ἡ δ’ ἐλάττων νεωκόρων· ἦσαν δὲ κατ’ ἐκεῖνον τὸν χρόνον τρεῖς μὲν ἱερεῖς, νεωκόρων δὲ πολλαὶ χιλιάδες. οὗτοι φυσηθέντες ἐπὶ τῇ τοῦ οἰκείου πλήθους περιουσίᾳ τῆς τῶν ἱερέων κατεφρόνουν ὀλιγότητος καὶ δύο ἐν ταὐτῷ παρανομήματα συνύφαινον, ὧν τὸ μὲν ἦν καθαίρεσις τῶν ὑπερεχόντων, τὸ δ’ αὔξησις τῶν ἐλαττόνων, οἷα ἡγεμόσιν ὑπηκόων ἐπιτιθεμένων ἐπὶ συγχύσει τοῦ κρατίστου καὶ δημωφελεστάτου, τῆς τάξεως. εἶτ’ ἐπισυνιστάμενοι καὶ ἀθροιζόμενοι κατεβόων τοῦ προφήτου, ὡς δι’ οἰκειότητα τῷ τε ἀδελφῷ καὶ τοῖς ἀδελφιδοῖς χαρισαμένου τὴν ἱερωσύνην καὶ ἐπιψευσαμένου τὰ περὶ τὴν αἵρεσιν αὐτῶν, ὡς ἐπιφροσύνῃ θείᾳ, καθάπερ διεξῄειμεν, μὴ γενόμενα. ἐφ’ οἷς ἀνιαθεὶς καὶ περιαλγήσας, καίτοι πρᾳότατος ὢν καὶ ἡμερώτατος, οὕτως πρὸς δικαίαν ὀργὴν ὑπὸ μισοπονήρου πάθους ἠκονήθη, ὡς ἱκετεῦσαι τὸν θεὸν ἀποστραφῆναι τὴν θυσίαν αὐτῶν, οὐκ ἐπειδήπερ ἔμελλεν ὁ δικαιότατος κριτὴς ἱερουργίας ἀσεβῶν παραδέχεσθαι, ἀλλ’ ὅτι καὶ ἡ ψυχὴ τοῦ θεοφιλοῦς τὸ κατ’ αὐτὴν μέρος οὐχ ὑποσιωπᾷ, σπεύδουσα μὴ εὐοδεῖν ἀνοσίους, ἀλλ’ ἀεὶ τῆς προθέσεως διαμαρτάνειν. ἔτι δὲ ζέων καὶ πεπυρωμένος ὑπὸ τῆς νομίμου διαγανακτήσεως ἐνθουσιᾷ μεταβαλὼν εἰς προφήτην καὶ θεσπίζει τάδε· „χαλεπὸν ἀπιστία πρᾶγμα τοῖς ἀπίστοις μόνοις· τούτους οὐ λόγος ἀλλ’ ἔργα παιδεύει· παθόντες εἴσονται τὸ ἐμὸν ἀψευδές, ἐπεὶ μαθόντες οὐκ ἔγνωσαν.