Ancient Greek · ~1 min
2.289 to 2.290
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.289-290
Not analysed yet
ἥρμοττε γὰρ διαφέροντας καὶ ταῖς σποραῖς, καὶ μάλιστα ἐν τοῖς μητρῴοις γένεσι, καὶ βουλευμάτων πολυτρόποις ἰδέαις καὶ τῶν περὶ τὸν βίον ἐπιτηδευμάτων ἀμυθήτοις διαφοραῖς ὥσπερ τινὰ κλήρου διανομὴν λογίων καὶ χρησμῶν ἁρμόζουσαν εὑρέσθαι. θαυμάσια μὲν οὖν ταῦτα· θαυμασιώτατον δὲ καὶ τὸ τέλος τῶν ἱερῶν γραμμάτων, ὃ καθάπερ ἐν τῷ ζῴῳ κεφαλὴ τῆς ὅλης νομοθεσίας ἐστίν.