Ancient Greek · ~2 min
Book 2
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.291
Not analysed yet
ἤδη γὰρ ἀναλαμβανόμενος καὶ ἐπ’ αὐτῆς βαλβῖδος ἑστώς, ἵνα τὸν εἰς οὐρανὸν δρόμον διιπτάμενος εὐθύνῃ, καταπνευσθεὶς καὶ ἐπιθειάσας ζῶν ἔτι τὰ ὡς ἐπὶ θανόντι ἑαυτῷ προφητεύει δεξιῶς, ὡς ἐτελεύτησε μήπω τελευτήσας, ὡς ἐτάφη μηδενὸς παρόντος, δηλονότι χερσὶν οὐ θνηταῖς ἀλλ’ ἀθανάτοις δυνάμεσιν, ὡς οὐδ’ ἐν τάφῳ τῶν προπατόρων ἐκηδεύθη τυχὼν ἐξαιρέτου μνήματος, ὃ μηδεὶς εἶδεν ἀνθρώπων, ὡς σύμπαν τὸ ἔθνος αὐτὸν ὅλον μῆνα δακρυρροοῦν ἐπένθησεν ἴδιον καὶ κοινὸν πένθος ἐπιδειξάμενον ἕνεκα τῆς ἀλέκτου καὶ πρὸς ἕνα ἕκαστον καὶ πρὸς ἅπαντας εὐνοίας καὶ κηδεμονίας.