Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 200
Not analysed yet
τί οὖν συνέβη; τῇ ὑστεραίᾳ περὶ τὴν ἕω δρόσος βαθεῖα καὶ πολλὴ περὶ σύμπαν ἦν ἐν κύκλῳ τὸ στρατόπεδον, ἣν ἐπένιφεν ἡσυχῇ, ἀήθη ὑετὸν καὶ παρηλλαγμένον, οὐχ ὕδωρ, οὐ χάλαζαν, οὐ χιόνα, οὐ κρύσταλλον —ταῦτα γὰρ αἱ τῶν νεφῶν ἀπεργάζονται μεταβολαὶ ταῖς χειμεριναῖς τροπαῖς —,ἀλλὰ κέγχρον βραχυτάτην καὶ λευκοτάτην, ἣ διὰ τὴν ἐπάλληλον φορὰν σωρηδὸν προὐκέχυτο τῶν σκηνῶν, ἄπιστος ὄψις· ἣν καταπλαγέντες ἐπυνθάνοντο τοῦ ἡγεμόνος, τίς τε ὁ ὑετὸς οὗτός ἐστιν, ὃν οὐδείς πω πρότερον εἶδεν ἀνθρώπων, καὶ πρὸς τί γέγονεν.