Ancient Greek · ~2 min
202 to 203
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 202-203
Not analysed yet
νῦν οὖν ἔδοξεν αὐτῷ, τὸν ἀέρα τροφὴν ἐνεγκεῖν ἀνθ’ ὕδατος, ἐπεὶ καὶ γῆ πολλάκις ὑετὸν ἤνεγκεν· ὁ γὰρ ἐν Αἰγύπτῳ ποταμὸς καθ’ ἕκαστον ἐνιαυτὸν ταῖς ἐπιβάσεσι πλημμυρῶν ὅταν ἄρδῃ τὰς ἀρούρας, τί ἕτερον ἢ ὑετός ἐστι κάτωθεν ἐπινίφων; “παράδοξον μὲν δὴ τὸ ἔργον, εἰ καὶ ἐνταῦθα ἔστη· νυνὶ δὲ καὶ παραδοξοτέροις ἄλλοις ἐθαυματουργεῖτο. ἐπενεγκάμενοι γὰρ ἄλλος ἀλλαχόθεν ἀγγεῖα συνεκόμιζον, οἱ μὲν ἐπὶ τῶν ὑποζυγίων, οἱ δὲ κατὰ τῶν ὤμων ἐπηχθισμένοι, προνοίᾳ τοῦ πρὸς πλείω χρόνον ταμιεύεσθαι τὰ ἐπιτήδεια.