Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 207
Not analysed yet
ἅμα μέντοι καὶ τὴν τριπόθητον ἡμέραν ἀνεδιδάσκοντο —ζητοῦντες γὰρ ἐκ πολλοῦ, τίς ἄρ’ ἐστὶν ἡ τοῦ κόσμου γενέθλιος, ἐν ᾗ τόδε τὸ πᾶν ἀπετελέσθη, καὶ παρὰ πατέρων καὶ προγόνων τὴν ζήτησιν ἄλυτον διαδεξάμενοι μόλις ἐδυνήθησαν εὑρεῖν —οὐ μόνον χρησμοῖς ἀναδιδαχθέντες, ἀλλὰ καὶ τεκμηρίῳ πάνυ σαφεῖ· τοῦ γὰρ πλεονάζοντος ἐν ταῖς ἄλλαις ἡμέραις, ὡς ἐλέχθη, φθειρομένου, τὸ πρὸ τῆς ἑβδόμης ὑόμενον οὐ μόνον οὐ μετέβαλεν, ἀλλὰ καὶ μέτρον εἶχε διπλάσιον.