Ancient Greek · ~3 min
213 to 215
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 213-215
Not analysed yet
ἐπιλίποι ἂν ὁ βίος τοῦ βουλομένου διηγεῖσθαι τὰ καθ’ ἕκαστα, μᾶλλον δ’ ἕν τι τῶν ὁλοσχερεστέρων τοῦ κόσμου μερῶν, κἂν εἰ μέλλοι πάντων ἀνθρώπων ἔσεσθαι μακροβιώτατος. ἀλλὰ ταῦτα μὲν πρὸς ἀλήθειαν ὄντα θαυμάσια καταπεφρόνηται τῷ συνήθει· τὰ δὲ μὴ ἐν ἔθει, κἂν μικρὰ ᾖ, ξέναις φαντασίαις ἐνδιδόντες καταπληττόμεθα τῷ φιλοκαίνῳ. Ἤδη δὲ πολλὴν καὶ ἀπόρευτον διεξεληλυθότων, ὅροι τινὲς ἀνεφαίνοντο γῆς οἰκουμένης καὶ προάστεια χώρας, εἰς ἣν μεθωρμίζοντο· νέμονται δ’ αὐτὴν Φοίνικες. ἐλπίσαντες δὲ βίον εὔδιον καὶ γαληνὸν αὑτοῖς ἀπαντήσεσθαι γνώμης ἐσφάλησαν. ὁ γὰρ προκαθήμενος βασιλεὺς πόρθησιν εὐλαβηθείς, ἀναστήσας τὴν ἐκ τῶν πόλεων νεότητα, μάλιστα μὲν ἀνείρξων ὑπηντίαζεν, εἰ δὲ βιάζοιντο, διὰ χειρῶν ἀμυνούμενος ἀκμῆσι καὶ ἄρτι πρῶτον καθισταμένοις εἰς ἀγῶνα κεκμηκότας ὁδοιπορίαις καὶ ἐνδείαις σιτίων καὶ ποτῶν, ἃ κατὰ μέρος ἀντεπετίθετο.