Ancient Greek · ~4 min
229 to 232
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 229-232
Not analysed yet
κατεθεῶντο δὲ καὶ τὰς πόλεις ἐρυμνοτάτας διχόθεν, ἔκ τε τοπικῆς περὶ τὴν θέσιν εὐκαιρίας καὶ περιβόλων ἐχυρότητος. ἐξετάζοντες δὲ καὶ τοὺς οἰκήτορας ἑώρων ἀπείρους τὸ πλῆθος, περιμηκεστάτους γίγαντας ἢ γιγαντώδεις τὰς τῶν σωμάτων ὑπερβολὰς ἔν τε μεγέθεσι καὶ ῥώμαις. ταῦτα κατιδόντες εἰς ἀκριβεστέραν κατάληψιν ἐπέμενον —ὀλισθηρὸν γὰρ αἱ πρῶται φαντασίαι χρόνῳ μόλις ἐνσφραγιζόμεναι —καὶ ἅμα σπουδὴν ἐποιοῦντο δρεψάμενοι τῶν ἀκροδρύων, μὴ ἄρτι πρῶτον στεριφουμένων ἀλλ’ ἤδη ὑποπερκαζόντων, ἐπιδείξασθαι παντὶ τῷ πλήθει τὰ μὴ ῥᾳδίως φθαρησόμενα. μάλιστα δ’ αὐτοὺς κατέπληττεν ὁ τῆς ἀμπέλου καρπός· οἱ γὰρ βότρυες ὑπερμεγέθεις ἦσαν, ἀντιπαρεκτεινόμενοι ταῖς κληματίσι καὶ μοσχεύμασιν, ἄπιστος θέα· ἕνα γοῦν ἐκτεμόντες καὶ δοκίδος ἐκ μέσων ἀπαιωρήσαντες, ἧς τὰς ἀρχὰς δυσὶ νέοις, τῷ μὲν ἔνθεν τῷ δ’ ἔνθεν, ἐπετίθεσαν, ἐκ διαδοχῆς, πιεζομένων αἰεὶ τῶν προτέρων—βαρύτατον γὰρ ἦν ἄχθος —,ἐκόμιζον, περὶ τῶν ἀναγκαίων οὐχ ὁμοφρονοῦντες. ἐγένοντο μὲν οὖν αὐτοῖς ἅμιλλαι μυρίαι καὶ πρὶν ἐπανήκειν κατὰ τὴν ὁδόν, ἀλλὰ κουφότεραι, ὑπὲρ τοῦ μὴ γνωσιμαχούντων μηδ’ ἄλλα ἄλλων ἀπαγγελλόντων στάσιν ἐν τῷ πλήθει γενέσθαι, χαλεπώτεραι δὲ μετὰ τὴν ἐπάνοδον.