Ancient Greek
234 to 235
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 234-235
Not analysed yet
ἀλλ’ οὗτοι μὲν πέμπτη μοῖρα τῶν ἀποδεδειλιακότων ἦσαν, οἱ δ’ ἔμπαλιν τῶν γενναίων πενταπλάσιοι· τὸ δ’ ὀλίγον θάρσος ἀτολμίας ἐναφανίζεται περιουσίᾳ, ὃ δὴ καὶ τότε φασὶ συμβῆναι· τῶν γὰρ τὰ βέλτιστα διεξιόντων δυοῖν οἱ τἀναντία φάσκοντες δέκα περιῆσαν οὕτως, ὥστε καὶ σύμπασαν ὑπηγάγοντο τὴν πληθὺν ἐκείνων μὲν ἀλλοτριώσαντες, ἑαυτοῖς δ’ οἰκειωσάμενοι. περὶ δὲ τῆς χώρας ταὐτὰ πάντες ἀπεφαίνοντο γνώμῃ μιᾷ τὸ κάλλος καὶ τῆς πεδιάδος καὶ τῆς ὀρεινῆς ἐκδιηγούμενοι· „τί δ’ ὄφελος“ εὐθὺς ἀνεβόησαν „ἡμῖν ἀλλοτρίων ἀγαθῶν καὶ ταῦτα πεφρουρημένων κραταιᾷ χειρὶ πρὸς τὸ ἀναφαίρετον; “καὶ τοῖς δυσὶν ἐπιδραμόντες μικροῦ καταλεύουσιν αὐτοὺς ἡδονὴν ἀκοῆς τοῦ συμφέροντος καὶ ἀπάτην ἀληθείας προκρίναντες.