Ancient Greek · ~3 min
237 to 239
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 237-239
Not analysed yet
Τοῦτ’ αἴτιον ἐγένετο τοῦ μὴ θᾶττον ἥκειν εἰς ἣν ἀπῳκίζοντο γῆν. δυνάμενοι γὰρ ἔτει δευτέρῳ μετὰ τὴν ἀπ’ Αἰγύπτου μετανάστασιν τὰς ἐν Συρίᾳ πόλεις καὶ τὰς κληρουχίας ἐννέμεσθαι, τὴν ἄγουσαν καὶ ἐπίτομον ἐκτραπόμενοι ὁδὸν ἐπλάζοντο, δυσαναπορεύτους καὶ μακρὰς ἀνοδίας ἄλλας ἐπ’ ἄλλαις ἀνευρίσκοντες εἰς ἀνήνυτον ψυχῆς τε καὶ σώματος κάματον, δίκας ἀναγκαίας τῆς ἄγαν ἀσεβείας ὑπομένοντες. ὀκτὼ γοῦν ἐνιαυτοὺς πρὸς τοῖς τριάκοντα δίχα τοῦ παρεληλυθότος χρόνου, γενεᾶς βίον ἀνθρωπίνης, ἄνω κάτω τριβόμενοι καὶ τὰς ἀβάτους ἐρημίας ἀναμετροῦντες ἔτει τεσσαρακοστῷ μόλις ἐπὶ τοὺς τῆς χώρας ὅρους παρεγένοντο, ἐφ’ οὓς καὶ πρότερον ἦλθον. πρὸς δὲ ταῖς εἰσβολαῖς ᾤκουν ἕτεροί τε καὶ δὴ καὶ συγγενεῖς αὐτῶν, οὓς ᾤοντο μάλιστα μὲν συνεκπολεμήσειν τὸν πρὸς τοὺς ἀστυγείτονας πόλεμον καὶ πρὸς τὴν ἀποικίαν ἅπαντα συμπράξειν, εἰ δ’ ἀποκνοῖεν, μετὰ μηδετέρων γοῦν τετάξεσθαι χεῖρας ἀνέχοντας.