Ancient Greek · ~6 min
244 to 249
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 244-249
Not analysed yet
χαλεπῶς δὲ τὰς ἀποκρίσεις ἐνηνοχότων καὶ ἤδη πρὸς ἄμυναν ὁρμώντων, ἐν ἐπηκόῳ στὰς „ἄνδρες“ εἶπεν, „ἡ μὲν ἀγανάκτησις ὑμῶν εὔλογος καὶ δικαία· χρηστὰ γὰρ ἀφ’ ἡμέρου γνώμης προτειναμένων, πονηρὰ ἀπὸ διανοίας ἀπεκρίναντο κακοήθους. ἀλλ’ οὐχ ὅτι τῆς ὠμότητος ἐκεῖνοι δίκας ἐπάξιοι τίνειν εἰσί, διὰ τοῦθ’ ἡμῖν ἐπὶ τὰς κατ’ αὐτῶν τιμωρίας ἁρμόττον ἵεσθαι, ἕνεκα τῆς πρὸς τὸ ἔθνος τιμῆς, ἵνα καὶ ταύτῃ μοχθηρῶν ἀγαθοὶ διαφέρωμεν, ἐξετάζοντες οὐ μόνον, εἰ κολαστέοι τινές εἰσιν, ἀλλ’ εἰ καὶ ὑφ’ ἡμῶν ἐπιτήδειοι τοῦτο πάσχειν. “εἶτ’ ἐκτραπόμενος ἦγε δι’ ἑτέρας τὴν πληθύν, ἐπειδὴ τὰς κατὰ τὴν χώραν ὁδοὺς ἁπάσας φρουραῖς διεζωσμένας εἶδεν ὑπὸ τῶν βλάβην μὲν οὐδεμίαν ἐνδεξομένων, φθόνῳ δὲ καὶ βασκανίᾳ τὴν ἐπίτομον οὐκ ἐώντων προέρχεσθαι. ταῦτα δὲ σαφεστάτη πίστις ἦν ἀνίας, ἣν ἐπὶ τῷ τὸ ἔθνος ἐλευθερίας τυχεῖν ἠνιῶντο, δηλονότι χαίροντες, ἡνίκα τὴν ἐν Αἰγύπτῳ πικρὰν δουλείαν ὑπέμενον· ἀνάγκη γὰρ οἷς φέρει λύπην τἀγαθὰ τῶν πλησίον ἐπὶ τοῖς τούτων εὐφραίνεσθαι κακοῖς, κἂν μὴ ὁμολογῶσιν. ἔτυχον γὰρ ὡς πρὸς ὁμογνώμονας καὶ τὰ αὐτὰ βουλομένους ἀνενεγκόντες τὰ συμβάντα λυπηρά τε αὖ καὶ ὅσα καθ’ ἡδονήν, οὐκ εἰδότες ὅτι πόρρω προεληλύθασι μοχθηρίας καὶ ἐθελέχθρως καὶ φιλαπεχθημόνως ἔχοντες στένειν μὲν ἐπὶ τοῖς ἀγαθοῖς, ἥδεσθαι δὲ ἐπὶ τοῖς ἐναντίοις ἔμελλον. τῆς δὲ κακονοίας ἀνακαλυφθείσης ἐκείνων, ἐκωλύθησαν εἰς χεῖρας ἐλθεῖν ὑπὸ τοῦ προεστῶτος ἐπιδειξαμένου δύο τὰ κάλλιστα, φρόνησιν ἐν ταὐτῷ καὶ χρηστότητα· τὸ μὲν γὰρ μηδὲν παθεῖν φυλάξασθαι συνέσεως, τὸ δὲ μηδ’ ἀμύνασθαι συγγενεῖς ὄντας ἐθελῆσαι φιλανθρωπίας ἔργον.