Ancient Greek · ~6 min
264 to 269
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 264-269
Not analysed yet
ἀνὴρ δ’ ἦν κατ’ ἐκεῖνον τὸν χρόνον ἐπὶ μαντείᾳ περιβόητος Μεσοποταμίαν οἰκῶν, ὃς ἅπαντα μὲν ἐμεμύητο τὰ μαντικῆς εἴδη, οἰωνοσκοπίαν δ’ ἐν τοῖς μάλιστα συγκεκροτηκὼς ἐθαυμάζετο, πολλοῖς καὶ πολλάκις ἐπιδειξάμενος ἄπιστα καὶ μεγάλα. προεῖπε γὰρ τοῖς μὲν ἐπομβρίας θέρους ἀκμάζοντος, τοῖς δ’ αὐχμόν τε καὶ φλογμὸν ἐν μέσῳ χειμῶνι, τοῖς δ’ ἐξ εὐετηρίας ἀφορίαν καὶ ἔμπαλιν ἐκ λιμοῦ φοράν, ἐνίοις δὲ πλημμύρας ποταμῶν καὶ κενώσεις καὶ θεραπείας λοιμικῶν νοσημάτων καὶ ἄλλων μυρίων, ὧν ἕκαστον ὁ προθεσπίζειν δοκῶν ὀνομαστότατος ἦν ἐπὶ μέγα εὐκλείας προερχόμενος διὰ τὴν ἐπιβαίνουσιν ἀεὶ καὶ φθάνουσαν πανταχόσε φήμην. ἐπὶ τοῦτον ἐξέπεμπε τῶν ἑταίρων τινὰς παρακαλῶν ἥκειν καὶ δωρεὰς τὰς μὲν ἤδη παρεῖχε, τὰς δὲ δώσειν ὡμολόγει τὴν χρείαν ἧς ἕνεκα μεταπέμποιτο δηλῶν· ὁ δ’ οὐκ ἀπὸ φρονήματος εὐγενοῦς καὶ βεβαίου, ἀλλὰ τὸ πλέον ἀστεϊζόμενος ὡς δὴ τῶν ἐλλογίμων προφητῶν γεγονὼς καὶ μηδὲν ἄνευ χρησμῶν εἰωθὼς πράττειν τὸ παράπαν, ὑπανεδύετο λέγων οὐκ ἐπιτρέπειν αὐτῷ βαδίζειν τὸ θεῖον. καὶ οἱ μὲν ἥκοντες ἐπανῄεσαν ἄπρακτοι πρὸς τὸν βασιλέα, ἕτεροι δ’ εὐθὺς ἐπὶ τὴν αὐτὴν χρείαν ἐχειροτονοῦντο τῶν δοκιμωτέρων, πλείω μὲν ἐπιφερόμενοι χρήματα, περιττοτέρας δὲ δωρεὰς ὑπισχνούμενοι. δελεασθεὶς δὲ καὶ τοῖς ἤδη προτεινομένοις καὶ ταῖς μελλούσαις ἐλπίσι καὶ τὸ ἀξίωμα τῶν παρακαλούντων καταιδεσθεὶς ἐνεδίδου, πάλιν προφασιζόμενος τὸ θεῖον οὐκ ἐφ’ ὑγιεῖ· τῇ γοῦν ὑστεραίᾳ παρεσκευάζετο τὴν ἔξοδον ὀνείρατα διηγούμενος, ὑφ’ ὧν ἔλεγε πληχθεὶς ἐναργέσι φαντασίαις ἀναγκάζεσθαι μηκέτι μένειν, ἀλλὰ τοῖς πρέσβεσιν ἀκολουθεῖν. ἤδη δὲ αὐτῷ προερχομένῳ γίνεται κατὰ τὴν ὁδὸν σημεῖον ἀρίδηλον περὶ τοῦ τὴν χρείαν ἐφ’ ἣν συνέτεινεν εἶναι παλίμφημον· τὸ γὰρ ὑποζύγιον, ᾧ συνέβαινεν αὐτὸν ἐποχεῖσθαι, προερχόμενον ἐπ’ εὐθείας ἐξαπιναίως ἵσταται τὸ πρῶτον·