Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 274
Not analysed yet
τότε μὲν οὖν ὑποστρέφειν δέον, ἐπυνθάνετο τῆς φανείσης ὄψεως, εἰ ἀνακάμπτοι πάλιν τὴν ἐπ’ οἴκου· ἡ δὲ συνιδοῦσα τὴν εἰρωνείαν καὶ σχετλιάσασα—τί γὰρ ἔδει πυνθάνεσθαι περὶ πράγματος οὕτως ἐμφανοῦς, ὃ τὰς ἀποδείξεις εἶχεν ἐξ ἑαυτοῦ μὴ δεόμενον τῆς ἐκ λόγων πίστεως, εἰ μὴ ἄρα ὀφθαλμῶν ὦτα ἀληθέστερα καὶ πραγμάτων ῥήματα; —„βάδιζε“ εἶπεν „ἐφ’ ἣν σπεύδεις ὁδόν· ὀνήσεις γὰρ οὐδέν, ἐμοῦ τὰ λεκτέα ὑπηχοῦντος ἄνευ τῆς σῆς διανοίας καὶ τὰ φωνῆς ὄργανα τρέποντος, ᾗ δίκαιον καὶ συμφέρον· ἡνιοχήσω γὰρ ἐγὼ τὸν λόγον θεσπίζων ἕκαστα διὰ τῆς σῆς γλώττης οὐ συνιέντος. “