Ancient Greek · ~6 min
295 to 300
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 295-300
Not analysed yet
αἱ σαὶ βουλαὶ δυνατώτεραι; φέρε δ’ οὖν καὶ τὰς καλὰς αὐτοῦ παραινέσεις ἐξετάσωμεν, ὡς τετεχνιτευμέναι πρὸς ὁμολογουμένην ἧτταν τῶν ἀεὶ νικᾶν δυναμένων. εἰδὼς γὰρ Ἑβραίοις μίαν ὁδὸν ἁλώσεως παρανομίαν, διὰ λαγνείας καὶ ἀκολασίας, μεγάλου κακοῦ, πρὸς μεῖζον κακόν, ἀσέβειαν, ἄγειν αὐτοὺς ἐσπούδασεν ἡδονὴν δέλεαρ προθείς. „εἰσὶ“ γὰρ εἶπεν „αἱ ἐγχώριοι γυναῖκες, ὦ βασιλεῦ, διαφέρουσαι τὴν ὄψιν ἑτέρων· ἀνὴρ δ’ οὐδενὶ μᾶλλον εὐάλωτος ἢ γυναικὸς εὐμορφίᾳ. ταῖς οὖν περικαλλεστάταις ἐὰν ἐπιτρέψῃς μισθαρνεῖν καὶ δημοσιεύειν, ἀγκιστρεύσονται τὴν νεότητα τῶν ἀντιπάλων. ὑφηγητέον δὲ αὐταῖς, μὴ εὐθὺς ἐμπαρέχεσθαι τοῖς ἐθέλουσι τὴν ὥραν· ὁ γὰρ ἀκκισμὸς ὑποκνίζων τὰς ὁρμὰς ἐπεγείρει μᾶλλον καὶ τοὺς ἔρωτας ἀναφλέγει· τραχηλιζόμενοι δὲ ταῖς ἐπιθυμίαις πάνθ’ ὑπομενοῦσι δρᾶν τε καὶ πάσχειν. πρὸς δὲ τὸν οὕτω διακείμενον ἐραστὴν λεγέτω φρυαττομένη τις τῶν ἐπὶ τὴν θήραν ἀλειφομένων· „„οὐ θέμις ὁμιλίας σοι τῆς ἐμῆς ἀπολαῦσαι, πρὶν ἂν ἐκδιαιτηθῇς μὲν τὰ πάτρια, μεταβαλὼν δὲ τιμήσῃς ἅπερ ἐγώ. πίστις δέ μοι τῆς βεβαίου μεταβολῆς γένοιτ’ ἂν ἀρίδηλος, ἢν ἐθελήσῃς μετασχεῖν τῶν αὐτῶν σπονδῶν τε καὶ θυσιῶν, ἃς ἀγάλμασι καὶ ξοάνοις καὶ τοῖς λοιποῖς ἀφιδρύμασιν ἐπιτελοῦμεν. ““ὁ δ’ ἅτε σαγηνευθεὶς πάγαις πολυειδέσι, κάλλει καὶ στωμυλίας χειραγωγίαις, οὐδὲν ἀντειπών, ἐξηγκωνισμένος τὸν λογισμόν, ἄθλιος ὑπηρετήσει τοῖς προσταττομένοις, ἀναγραφεὶς τοῦ πάθους δοῦλος. “Ὁ μὲν δὴ τοιαῦτα συνεβούλευεν. ὁ δ’ οὐκ ἀπὸ σκοποῦ νομίσας εἶναι τὰ λεχθέντα, τὸν κατὰ μοιχῶν νόμον παρακαλυψάμενος καὶ τοὺς ἐπὶ φθορᾷ καὶ πορνείᾳ κειμένους ἀνελών, ὡς εἰ μηδὲ τὴν ἀρχὴν ἐγράφησαν, ἀνέδην ἐπιτρέπει ταῖς γυναιξὶ τὰς ὁμιλίας πρὸς οὓς ἂν ἐθέλωσι ποιεῖσθαι.