Ancient Greek · ~4 min
307 to 310
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 307-310
Not analysed yet
ὑπὲρ κράτους ἀρχῆς ὁ παρὼν ἀγών ἐστιν οὐδ’ ὑπὲρ τοῦ κτήσασθαι τὰ ἑτέρων, περὶ ὧν ἢ μόνων ἢ μάλιστα οἱ πόλεμοι, ἀλλ’ ὑπὲρ εὐσεβείας καὶ ὁσιότητος, ὧν τοὺς ἡμετέρους συγγενεῖς καὶ φίλους ἠλλοτρίωσαν οἱ ἐχθροὶ παραίτιοι γενόμενοι τοῖς ὑπαχθεῖσι χαλεπῆς ἀπωλείας. ἔστιν οὖν ἄτοπον οἰκείων μὲν αὐτόχειρας γεγενῆσθαι παρανομησάντων, ἐχθρῶν δὲ χαλεπώτερα ἠδικηκότων ἀποσχέσθαι, καὶ τοὺς μὲν μαθόντας ἀδικεῖν ἀνῃρηκέναι, τοὺς δὲ βιασαμένους καὶ διδάξαντας ἀτιμωρήτους καταλιπεῖν, οὓς ἁπάντων αἰτίους εἶναι συμβέβηκεν, ὧν ἢ δεδράκασιν ἢ πεπόνθασιν ἐκεῖνοι. “νευρωθέντες οὖν ταῖς παραινέσεσιν ἐκεῖνοι καὶ ὅσον ἐν ταῖς ψυχαῖς προϋπῆρχε γενναιότητος ζωπυρήσαντες ὡς ἐφ’ ὁμολογουμένῃ νίκῃ πρὸς τὸν ἀγῶνα ἵεντο φρονήμασιν ἀηττήτοις· καὶ συμπλακέντες τοσαύτῃ περιουσίᾳ ῥώμης καὶ τόλμης ἐχρήσαντο, ὡς ἱερεῦσαι μὲν τοὺς ἀντιπάλους, αὐτοὶ δὲ πάντες σῷοι ἐπανελθεῖν, οὐδενὸς ἀποθανόντος ἀλλ’ οὐδὲ τρωθέντος. ὑπέλαβεν ἄν τις τῶν ἀγνοούντων τὸ συμβεβηκὸς ἰδὼν αὐτοὺς ἐπανιόντας οὐκ ἀπὸ πολέμου καὶ παρατάξεως ἀφικνεῖσθαι μᾶλλον ἢ τῶν ἐν ταῖς ὁπλοσκοπίαις ἐπιδείξεων, ἃς ἔθος ἐν εἰρήνῃ ποιεῖσθαι, γυμνάσματα δ’ εἰσὶ καὶ μελέται συγκροτουμένων τὰ κατ’ ἐχθρῶν ἐν φίλοις.