Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 325
Not analysed yet
ἔδει μὲν ὑμᾶς ταῖς ἑτέρων πληγαῖς πεπαιδεῦσθαι· φρονίμων γὰρ ἀνδρῶν μὴ ἀναμένειν, ἄχρις ἂν ἐπ’ αὐτοὺς ἔλθῃ τὰ δεινά· νυνὶ δὲ παραδείγματ’ ἔχοντες οἰκεῖα τοὺς πατέρας, οἳ κατεσκέψαντο τήνδε τὴν χώραν, καὶ τὰς ἐκείνων συμφορὰς καὶ τῶν συναπονοηθέντων—ἅπαντες γὰρ ἔξω δυοῖν ἀπώλοντο —,δέον μηδενὶ τῶν ὁμοίων συνεπιγράφεσθαι, δειλίαν, ὦ κενοὶ φρενῶν, ζηλοῦτε ὡς οὐκ εὐαλωτότεροι γενησόμενοι καὶ τὰς προθυμίας ὑποσκελίζετε τῶν ἀνδραγαθίζεσθαι προαιρουμένων ἐκλύοντες καὶ παριέντες αὐτῶν τὰ φρονήματα. τοιγάρτοι σπεύδοντες ἁμαρτάνειν σπεύσετε καὶ πρὸς τιμωρίας·