Ancient Greek
33 to 35
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 33-35
Not analysed yet
καθάπερ τε κριτὴς ἀδέκαστος τῶν γεννησάντων καὶ τῶν εἰσποιησαμένων τοὺς μὲν εὐνοίᾳ καὶ τῷ φιλεῖν ἐκθύμως τοὺς δ’ εὐχαριστίαις ἀνθ’ ὧν εὖ ἔπαθεν ἠμείβετο καὶ μέχρι παντὸς ἠμείψατ’ ἄν, εἰ μὴ κατεῖδεν ἐν τῇ χώρᾳ μέγα καινουργηθὲν ὑπὸ τοῦ βασιλέως ἀσέβημα. ξένοι γὰρ ἦσαν, ὡς ἔφην πρότερον, οἱ Ἰουδαῖοι, τῶν τοῦ ἔθνους ἀρχηγετῶν διὰ λιμὸν ἀπορίᾳ τροφῆς ἐκ Βαβυλῶνος καὶ τῶν ἄνω σατραπειῶν εἰς Αἴγυπτον μεταναστάντων, καὶ τρόπον τινὰ ἱκέται καταπεφευγότες ὡς ἐπ’ ἄσυλον ἱερὸν τήν τε βασιλέως πίστιν καὶ τὸν ἀπὸ τῶν οἰκητόρων ἔλεον. οἱ γὰρ ξένοι παρ’ ἐμοὶ κριτῇ τῶν ὑποδεξαμένων ἱκέται γραφέσθωσαν, μέτοικοι δὲ πρὸς ἱκέταις καὶ φίλοι, σπεύδοντες εἰς ἀστῶν ἰσοτιμίαν καὶ γειτνιῶντες ἤδη πολίταις, ὀλίγῳ τῶν αὐτοχθόνων διαφέροντες.