Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 38
Not analysed yet
εἰργάζοντο δ’ οἱ μὲν πηλὸν εἰς πλίνθον σχηματίζοντες, οἱ δὲ πανταχόθεν ἄχυρα συγκομίζοντες —πλίνθου γὰρ ἄχυρα δεσμός —,οἱ δ’ ἦσαν ἀποτεταγμένοι πρὸς οἰκιῶν καὶ τειχῶν καὶ πόλεων κατασκευὰς καὶ διωρύχων ἀνατομάς, ὑλοφοροῦντες αὐτοὶ μεθ’ ἡμέραν καὶ νύκτωρ ἄνευ διαδοχῆς, οὐδεμίαν ἔχοντες ἀνάπαυλαν, ἀλλ’ οὐδ’ ὅσον καταδαρθεῖν αὐτὸ μόνον ἐώμενοι, πάντα καὶ τὰ τῶν δημιουργῶν καὶ τὰ τῶν ὑπουργῶν δρᾶν ἀναγκαζόμενοι, ὡς ἐν βραχεῖ τὰ σώματα αὐτοῖς ἀπαγορεύειν, ἅτε καὶ τῆς ψυχῆς προαναπιπτούσης.