Ancient Greek · ~5 min
4 to 7
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 4-7
Not analysed yet
ἀλλ’ ἔγωγε τὴν τούτων βασκανίαν ὑπερβὰς τὰ περὶ τὸν ἄνδρα μηνύσω μαθὼν αὐτὰ κἀκ βίβλων τῶν ἱερῶν, ἃς θαυμάσια μνημεῖα τῆς αὑτοῦ σοφίας ἀπολέλοιπε, καὶ παρά τινων ἀπὸ τοῦ ἔθνους πρεσβυτέρων· τὰ γὰρ λεγόμενα τοῖς ἀναγινωσκομένοις ἀεὶ συνύφαινον καὶ διὰ τοῦτ’ ἔδοξα μᾶλλον ἑτέρων τὰ περὶ τὸν βίον ἀκριβῶσαι. Ἄρξομαι δ’ ἀφ’ οὗπερ ἀναγκαῖον ἄρξασθαι. Μωυσῆς γένος μέν ἐστι Χαλδαῖος, ἐγεννήθη δ’ ἐν Αἰγύπτῳ καὶ ἐτράφη, τῶν προγόνων αὐτοῦ διὰ πολυχρόνιον λιμόν, ὃς Βαβυλῶνα καὶ τοὺς πλησιοχώρους ἐπίεζε, κατὰ ζήτησιν τροφῆς εἰς Αἴγυπτον πανοικὶ μεταναστάντων, γῆν πεδιάδα καὶ βαθεῖαν καὶ πρὸς πάντα γονιμωτάτην, ὧν ἡ ἀνθρωπίνη φύσις δεῖται, καὶ μάλιστα τὸν τοῦ σίτου καρπόν. ὁ γὰρ ταύτης ποταμὸς θέρους ἀκμάζοντος, ἡνίκα τοὺς ἄλλους φασὶ μειοῦσθαι χειμάρρους τε καὶ αὐθιγενεῖς, ἐπιβαίνων τε καὶ ἀναχεόμενος πλημμυρεῖ καὶ λιμνάζει τὰς ἀρούρας, αἳ ὑετοῦ μὴ δεόμεναι φορᾶς ἀφθονίαν παντοίων ἀγαθῶν ἀνὰ πᾶν ἔτος χορηγοῦσιν, εἰ μή που μεσολαβήσειεν ὀργὴ θεοῦ δι’ ἐπιπολάζουσαν ἀσέβειαν τῶν οἰκητόρων. πατρὸς δὲ καὶ μητρὸς ἔλαχε τῶν καθ’ ἑαυτοὺς ἀρίστων, οὓς φυλέτας ὄντας ἡ ὁμοφροσύνη μᾶλλον ᾠκείωσεν ἢ τὸ γένος. ἑβδόμη γενεὰ δ’ οὗτός ἐστιν ἀπὸ τοῦ πρώτου, ὃς ἐπηλύτης ὢν τοῦ σύμπαντος Ἰουδαίων ἔθνους ἀρχηγέτης ἐγένετο.