Ancient Greek
50 to 56
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 50-56
Not analysed yet
ὁ δὲ τὴν ἐναντίαν τοῦ εἰκότος ἀτραπὸν ἤλαυνε ταῖς τῆς ψυχῆς ὑγιαινούσαις ὁρμαῖς ἑπόμενος καὶ μηδεμίαν ἐῶν ὑποσκελίζεσθαι· διὸ καὶ τῆς ὑπούσης δυνάμεως ἔστιν ὅτε πλέον ἐνεανιεύετο δύναμιν ἀκαθαίρετον τὸ δίκαιον ἡγούμενος, ὑφ’ οὗ προτραπεὶς αὐτοκέλευστος ἐπὶ τὴν τῶν ἀσθενεστέρων συμμαχίαν ἵετο. Λέξω δὲ καὶ τὸ κατ’ ἐκεῖνον αὐτῷ τὸν χρόνον πραχθέν, εἰ καὶ μικρὸν ὅσα γε τῷ δοκεῖν, ἀλλ’ οὐκ ἀπὸ φρονήματος μικροῦ. κτηνοτροφοῦσιν Ἄραβες καὶ νέμουσι τὰ θρέμματα οὐκ ἄνδρες μόνον ἀλλὰ καὶ γυναῖκες νέοι τε καὶ παρθένοι παρ’ αὐτοῖς, οὐχὶ τῶν ἠμελημένων καὶ ἀδόξων μόνον ἀλλὰ καὶ τῶν ἄγαν ἐπιφανῶν. ἑπτὰ δὴ κόραι πατρὸς ἱερέως ποίμνην ἄγουσαι παρῆσαν ἐπί τινα πηγὴν καὶ τῶν ἱμονιῶν ἐκδησάμεναι τοὺς καδίσκους ἄλλη διαδεχομένη παρ’ ἄλλης ὑπὲρ τῆς ἐν τῷ πονεῖν ἰσομοιρίας μάλα προθύμως τὰς δεξαμενάς, αἳ πλησίον ἔκειντο, πληροῦσιν. ἐπιφοιτήσαντες δ’ ἕτεροι ποιμένες καὶ τῆς τῶν παρθένων ἀσθενείας ὑπεριδόντες τὰς μὲν ἐπεχείρουν μετὰ τῆς ποίμνης ἐλαύνειν, τὰ δ’ οἰκεῖα θρέμματα προσῆγον ἐπὶ τὸ εὐτρεπισθὲν ποτὸν ἀλλότριον καρπωσόμενοι πόνον. ἰδὼν δὲ Μωυσῆς τὸ γενόμενον —οὐ γὰρ ἦν πόρρω —συντείνας ἔθει καὶ πλησίον στὰς „οὐ παύσεσθε“ εἶπεν „ἀδικοῦντες, τὴν ἐρημίαν νομίζοντες εἶναι πλεονεξίαν; βραχίονας καὶ πήχεις ἀργοὺς τρέφοντες οὐκ ἐρυθριᾶτε; χαῖται βαθεῖαι καὶ σάρκες ὑμεῖς ἐστε, οὐκ ἄνδρες· αἱ μὲν κόραι νεανιεύονται μηδὲν ὀκνοῦσαι τῶν πρακτέων, οἱ δὲ νεανίαι κορικῶς ἤδη τρυφᾶτε. οὐ βαδιεῖσθε; οὐχ ὑπεκστήσεσθε ταῖς πρότερον ἡκούσαις, ὧν καὶ τὸ ποτόν ἐστι; δικαίως ἂν αὐταῖς ἐπαντλήσαντες, ἵν’ ἀφθονώτερον ὕδωρ εἴη, καὶ τὸ εὐτρεπισθὲν ἀφελέσθαι σπεύδετε; ἀλλὰ μὰ τὸν οὐράνιον τῆς δίκης ὀφθαλμὸν οὐκ ἀφελεῖσθε βλέποντα καὶ τὰ ἐν τοῖς ἐρημοτάτοις. ἐμὲ γοῦν ἐχειροτόνησε βοηθὸν οὐ προσδοκηθέντα· καὶ γάρ εἰμι σύμμαχος ταῖς ἀδικουμέναις μετὰ μεγάλης χειρός, ἣν οὐ θέμις πλεονέκταις ὁρᾶν· αἰσθήσεσθε δὲ αὐτῆς ἐκ τοῦ ἀφανοῦς τιτρωσκούσης, εἰ μὴ μεταβάλοιτε. “