Ancient Greek · ~4 min
61 to 64
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 61-64
Not analysed yet
ἡ μὲν γὰρ τῶν ἀγρίων θήρα στρατηγικὸν κατ’ ἐχθρῶν ἐστι γύμνασμα, ἡ δὲ τῶν ἡμέρων ἐπιμέλεια καὶ προστασία βασιλικὸν πρὸς ὑπηκόους ἀγώνισμα· διὸ καὶ „ποιμένες λαῶν“ οἱ βασιλεῖς, οὐχ ὡς ὄνειδος ἀλλ’ ὡς ὑπερβάλλουσα τιμή, προσαγορεύονται. καί μοι δοκεῖ μὴ πρὸς δόξας τῶν πολλῶν ἀλλὰ πρὸς ἀλήθειαν ἐρευνωμένῳ τὸ πρᾶγμα —γελάτω δ’ ὁ βουλόμενος —μόνος ἂν γενέσθαι βασιλεὺς τέλειος ὁ τὴν ποιμενικὴν ἐπιστήμην ἀγαθός, ἐν ἐλάττοσι ζῴοις παιδευθεὶς τὰ τῶν κρειττόνων· ἀμήχανον γὰρ τὰ μεγάλα πρὸ τῶν μικρῶν τελεσθῆναι. Γενόμενος οὖν τῶν καθ’ αὑτὸν ἀγελαρχῶν ἄριστος καὶ ποριστὴς τῶν ὅσα πρὸς τὴν τῶν θρεμμάτων συνέτεινεν ὠφέλειαν ἱκανὸς ἐκ τοῦ μηδὲν ἀποκνεῖν ἀλλ’ ἐθελουργῷ καὶ αὐτοκελεύστῳ προθυμίᾳ εἰς δέον τῇ προστασίᾳ χρῆσθαι μετὰ καθαρᾶς καὶ ἀδόλου πίστεως ηὔξησε τὰς ἀγέλας· ὡς ὑπὸ τῶν ἄλλων νομέων ἤδη καὶ φθονεῖσθαι μηδὲν ὁμοιότροπον ἐν ταῖς ἰδίαις ποίμναις ὁρώντων, αἷς εὐτυχὲς εἶναι ἐδόκει ἡ ἐν ὁμοίῳ μονή, ταῖς δὲ τὸ μὴ βελτιοῦσθαι καθ’ ἑκάστην ἡμέραν ἐλάττωσις διὰ τὸ μεγάλας εἰωθέναι λαμβάνειν ἐπιδόσεις ἐκ μὲν εὐσαρκίας καὶ πιότητος εἰς κάλλος, εἰς δὲ πλῆθος ἐξ εὐτοκίας καὶ τῶν περὶ δίαιταν ὑγιεινῶν.