Ancient Greek · ~6 min
70 to 75
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 70-75
Not analysed yet
πάλιν τὸ πῦρ φθοροποιὸς οὐσία διελέγχουσα τοὺς ὠμοθύμους· „μὴ ταῖς ἰδίαις ἀλκαῖς ἐπαίρεσθε, τὰς ἀμάχους ῥώμας ἰδόντες καθαιρουμένας σωφρονίσθητε· ἡ μὲν καυστικὴ δύναμις τῆς φλογὸς ὡς ξύλον καίεται, τὸ δὲ φύσει καυστὸν ξύλον οἷα πῦρ ἐμφανῶς καίει. “Τὸ τεράστιον τοῦτο καὶ τεθαυματουργημένον δείξας ὁ θεὸς τῷ Μωυσεῖ, παραίνεσιν ἐναργεστάτην τῶν μελλόντων ἀποτελεῖσθαι, καὶ διὰ χρησμῶν ἄρχεται προτρέπειν αὐτὸν ἐπὶ τὴν τοῦ ἔθνους σπεύδειν ἐπιμέλειαν, ὡς οὐ μόνον ἐλευθερίας παραίτιον ἀλλὰ καὶ ἡγεμόνα τῆς ἐνθένδε ἀποικίας οὐκ εἰς μακρὰν γενησόμενον, ὁμολογῶν ἐν ἅπασι συλλήψεσθαι. „κακουμένων γὰρ ἐκ πολλοῦ καὶ δυσανασχέτους ὕβρεις ὑπομενόντων, οὐδενὸς ἀνθρώπων οὔτ’ ἐπικουφίζοντος οὔτ’ ἐλεοῦντος τὰς συμφοράς, οἶκτον“ φησίν „αὐτὸς ἔλαβον· καὶ γὰρ οἶδ’ ἰδίᾳ ἕκαστον καὶ πάντας ὁμοθυμαδὸν ἐφ’ ἱκετείας καὶ λιτὰς τραπομένους ἐλπίζειν τὴν ἐξ ἐμοῦ βοήθειαν· εἰμὶ δὲ τὴν φύσιν ἤπιος καὶ γνησίοις ἱκέταις ἵλεως. ἴθι δὴ πρὸς τὸν βασιλέα τῆς χώρας μηδὲν εὐλαβηθεὶς τὸ παράπαν —ὁ μὲν γὰρ πρότερος τέθνηκεν, ὃν ἀπεδίδρασκες διὰ φόβον ἐπιβουλῆς, ἕτερος δὲ τὴν χώραν ἐπιτέτραπται μηδενὸς τῶν πραγμάτων σοι μνησικακῶν —καὶ τὴν τοῦ ἔθνους γερουσίαν προσπαραλαβὼν εἰπὲ χρησμῷ προσκεκλῆσθαι ὑπ’ ἐμοῦ τὸ ἔθνος, ἵνα κατὰ τὰ πάτρια θύσῃ τριῶν ἡμερῶν ὁδὸν ἔξω τῶν ὅρων τῆς χώρας προελθόν. “ὁ δὲ οὐκ ἀγνοῶν ἐπὶ τοῖς λεγομένοις ἀπιστήσοντας τούς τε ὁμοφύλους καὶ τοὺς ἄλλους ἅπαντας „ἐὰν οὖν“ φησί „πυνθάνωνται, τί τὸ ὄνομα τῷ πέμψαντι, μηδ’ αὐτὸς εἰπεῖν ἔχων ἆρ’ οὐ δόξω διαπατᾶν“; ὁ δὲ „τὸ μὲν πρῶτον λέγε“ φησίν „αὐτοῖς, ὅτι ἐγώ εἰμι ὁ ὤν, ἵνα μαθόντες διαφορὰν ὄντος τε καὶ μὴ ὄντος προσαναδιδαχθῶσιν, ὡς οὐδὲν ὄνομα τὸ παράπαν ἐπ’ ἐμοῦ κυριολογεῖται, ᾧ μόνῳ πρόσεστι τὸ εἶναι.