Ancient Greek · ~2 min
97 to 98
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 97-98
Not analysed yet
διανέμει δὲ τὰς κολάσεις, τρεῖς μὲν τὰς ἐκ τῶν παχυμερεστέρων στοιχείων γῆς καὶ ὕδατος, ἐξ ὧν ἀπετελέσθησαν αἱ σωματικαὶ ποιότητες, ἐφεὶς τῷ Μωυσέως ἀδελφῷ, τὰς δ’ ἴσας ἐξ ἀέρος καὶ πυρὸς τῶν ψυχογονιμωτάτων μόνῳ Μωυσεῖ, μίαν δὲ κοινὴν ἀμφοτέροις ἑβδόμην ἐπιτρέπει, τρεῖς δὲ τὰς ἄλλας εἰς συμπλήρωσιν δεκάδος ἀνατίθησιν αὑτῷ. καὶ πρώτας ἐπιφέρειν ἄρχεται τὰς ἀφ’ ὕδατος· ἐπειδὴ γὰρ τὸ ὕδωρ Αἰγύπτιοι διαφερόντως ἐκτετιμήκασιν ἀρχὴν τῆς τῶν ὅλων γενέσεως τοῦτ’ εἶναι νομίζοντες, αὐτὸ πρῶτον ἠξίωσε καλέσαι πρὸς τὴν τῶν ἀποδεχομένων ἐπίπληξίν τε καὶ νουθεσίαν.