Ancient Greek · ~2 min
Section 12
Philo Judaeus, In Flaccum 12
Not analysed yet
πολλάκις μὲν ἐκποδὼν ποιήσασθαι τὸν Γάιον διανοηθέντος Τιβερίου ὡς κακοήθη καὶ οὐ πεφυκότα πρὸς ἀρχήν, καὶ ἅμα διὰ τὸν ἐπὶ τῷ υἱωνῷ φόβον —ἐδεδίει γάρ, μὴ παρανάλωμα γένηται τελευτήσαντος αὐτοῦ —,πολλάκις δὲ τοῦ Μάκρωνος τὰς ὑπονοίας ὑπεξαιρουμένου καὶ τὸν Γάιον ἐπαινοῦντος ὡς ἁπλοῦν καὶ ἀπόνηρον καὶ κοινωνικὸν καὶ τοῦ ἀνεψιοῦ μάλιστα ἡττημένον, ὡς ἢ μόνῳ ἂν ἐθελῆσαι παραχωρῆσαι τὴν ἡγεμονίαν ἢ πάντως τὰ πρωτεῖα.