Ancient Greek · ~1 min
Section 122
Philo Judaeus, In Flaccum 122
Not analysed yet
πάννυχοι δὲ διατελέσαντες ἐν ὕμνοις καὶ ᾠδαῖς καὶ ἅμα τῇ ἕῳ διὰ πυλῶν ἐκχυθέντες ἐπὶ τοὺς πλησίον αἰγιαλοὺς ἀφικνοῦνται —τὰς γὰρ προσευχὰς ἀφῄρηντο —κἀν τῷ καθαρωτάτῳ στάντες ἀνεβόησαν ὁμοθυμαδόν·