Ancient Greek · ~2 min
Section 130
Philo Judaeus, In Flaccum 130
Not analysed yet
εἶθ’ ὕστερον καὶ ὅτε νικᾶν ἔδοξεν, εἰς τὴν οὐσίαν ἐπηρεασθῆναι ἔφασκεν —ἠναγκάσθη γὰρ γυμνασιαρχεῖν —,ἤτοι τῷ γλίσχρος καὶ ἀνελεύθερος εἶναι περὶ τὰς δαπάνας, προφασιζόμενος τὸ μὴ κεκτῆσθαι πρὸς τοσαύτην ἀφθονίαν ἀναλωμάτων ἱκανὴν οὐσίαν, ἢ τῷ ὄντι μὴ κεκτημένος, ἀλλὰ πρὶν μὲν εἰς ἀπόπειραν ἐλθεῖν ἐπιφάσκων τὸν πάνυ πλούσιον, ἐν δὲ τῇ δοκιμασίᾳ μὴ φανεὶς ἄγαν πολυχρήματος ἄνθρωπος, ὅσα ἐκτήσατο σχεδὸν ἅπαντα ἐξ ἀδικημάτων περιποιησάμενος·