Ancient Greek · ~1 min
Section 137
Philo Judaeus, In Flaccum 137
Not analysed yet
ἐν ἅπασι τοῖς θιάσοις ἢ τοῖς πλείστοις ὁ Ἰσίδωρος τὰ πρωτεῖα φέρεται καὶ λέγεται ὁ συμποσίαρχος, ὁ κλινάρχης, ὁ ταραξίπολις. εἶτα ὅταν τι βουληθῇ διαπράξασθαι τῶν ἀλυσιτελῶν, ἀφ’ ἑνὸς συνθήματος ἀθρόως συνέρχονται καὶ τὸ κελευσθὲν λέγουσι καὶ δρῶσι. καί ποτε τῷ Φλάκκῳ δυσχεράνας,