Ancient Greek · ~1 min
Section 151
Philo Judaeus, In Flaccum 151
Not analysed yet
μετὰ δὲ τὴν ἀφαίρεσιν τῆς οὐσίας κατέγνωστο αὐτοῦ φυγή, καὶ ἐξ ἁπάσης μὲν ἠλαύνετο τῆς ἠπείρου —τὸ δ’ ἐστὶ μεῖζον καὶ ἄμεινον τμῆμα τῆς οἰκουμένης —,ἐξ ἁπάσης δὲ νήσου τῶν εὐδαιμόνων. ἐμέλλησε γὰρ εἰς τὴν λυπροτάτην τῶν ἐν Αἰγαίῳ —Γύαρα καλεῖται —διώκεσθαι, μὴ παρακλήτῳ χρησάμενος Λεπίδῳ, δι’ ὃν ἀνθυπηλλάξατο Γυάρων Ἄνδρον ἐγγυτάτω κειμένην.