Ancient Greek · ~2 min
Section 159
Philo Judaeus, In Flaccum 159
Not analysed yet
νὺξ ἐν ἡμέρᾳ, καθάπερ ἐκλείψεως γενομένης, τὸν ἐμὸν ἐπέσχηκε βίον. τὴν νησίδα ταύτην τί φῶ; πότερον φυγαδευτήριον ἐμὸν ἢ πατρίδα καινήν, ὑπόδρομον καὶ καταφυγὴν ἀτυχῆ; τάφος ἂν εἴη τὸ κυριώτατον αὐτῆς ὄνομα. στέλλομαι γὰρ ὁ κακοδαίμων ἐγὼ τρόπον τινὰ νεκροφορῶν ἐμαυτὸν ὥσπερ εἰς ἠρίον· ἢ γὰρ ταῖς ἀνίαις τὴν ἀθλίαν ζωὴν ἀπορρήξω ἤ, κἂν ἐπιβιῶναι δυνηθῶ, τὸν μακρὸν καὶ σὺν αἰσθήσει θάνατον ἐκδέξομαι. “καὶ ὁ μὲν τοιαῦτα ἀπωδύρετο.