Ancient Greek · ~1 min
Section 163
Philo Judaeus, In Flaccum 163
Not analysed yet
„ἐγὼ Φλάκκος εἰμί, ὁ πρὸ μικροῦ τῆς μεγαλοπόλεως ἢ πολυπόλεως Ἀλεξανδρείας ἡγεμών, ὁ τῆς εὐδαιμονεστάτης χώρας ἐπίτροπος Αἰγύπτου, εἰς ὃν ἐπέστρεφον αἱ τοσαῦται μυριάδες τῶν οἰκητόρων, ὁ δυνάμεις πολλὰς πεζὰς καὶ ἱππικὰς καὶ ναυτικὰς οὐκ ἀριθμὸν ἄλλως ἀλλ’ ὅσον δοκιμώτατον ἐν ὑπηκόοις ἔχων, ὁ καθ’ ἑκάστην ἡμέραν ἐν ταῖς ἐξόδοις ὑπὸ μυρίων ὅσων παραπεμπόμενος.