Ancient Greek · ~1 min
Section 19
Philo Judaeus, In Flaccum 19
Not analysed yet
οἱ δ’ —ἐγκότως γὰρ εἶχον —τὸ κατηλλάχθαι δοκεῖν λόγῳ μόνον ἐπιμορφάσαντες, ἔργοις δὲ κατὰ διάνοιαν ἀσύμβατα μνησικακοῦντες καὶ ὥσπερ ἐν θεάτρῳ καθυποκρινόμενοι γνησίαν φιλίαν ὅλον αὐτὸν συναρπάζουσι· καὶ γίνεται ὁ μὲν ἄρχων ὑπήκοος, οἱ δ’ ὑπήκοοι ἡγεμόνες, εἰσηγούμενοι μὲν ἀλυσιτελεστάτας γνώμας, εὐθὺς δὲ ταύτας ἐπισφραγιζόμενοι.