Ancient Greek · ~1 min
Section 25
Philo Judaeus, In Flaccum 25
Not analysed yet
Προσεπέρρωσε δ’ αὐτοῦ τὴν ἐκ μαθήσεως τὸ πλέον ἢ φύσεως ἐπιτετηδευμένην ἀπόνοιαν καὶ συντυχία τις τοιαύτη. Γάιος Καῖσαρ Ἀγρίππᾳ τῷ Ἡρῴδου βασιλέως υἱωνῷ δίδωσι βασιλείαν τῆς παππῴας λήξεως τρίτην μοῖραν, ἣν Φίλιππος τετράρχης θεῖος ὢν αὐτῷ πρὸς πατρὸς ἐκαρποῦτο.