Ancient Greek · ~2 min
Section 27
Philo Judaeus, In Flaccum 27
Not analysed yet
καταβὰς δ’ εἰς Δικαιάρχειαν καὶ ναῦς ὑφόρμους Ἀλεξανδρίδας ἰδὼν εὐτρεπεῖς πρὸς ἀναγωγήν, ἐπιβὰς μετὰ τῶν ἰδίων, εὐπλοίᾳ χρησάμενος, ὀλίγαις ὕστερον ἡμέραις ἀνεπιφάτως καὶ ἀφωράτως κατάγεται, κελεύσας τοῖς κυβερνήταις —περὶ γὰρ δείλην ὥραν ὁ Φάρος ἀναφαίνεται —τὰ μὲν ἱστία συνάγειν, ἔξω δὲ περὶ αὐτὸν μὴ μακρὰν ἀφισταμένους θαλαττεύειν ἄχρι τοῦ βαθεῖαν ἑσπέραν ἐπιγενέσθαι καὶ νυκτὸς τοῖς λιμέσι προσσχεῖν, ἵν’ ἀποβὰς ἤδη τετραμμένων ἁπάντων πρὸς ὕπνον, μηδενὸς ὁρῶντος, ἀφίκηται πρὸς τὸν ξενοδόχον.