Ancient Greek · ~1 min
Section 29
Philo Judaeus, In Flaccum 29
Not analysed yet
οἱ δ’ ὑπὸ φθόνου ῥηγνύμενοι —βάσκανον γὰρ φύσει τὸ Αἰγυπτιακόν —καὶ τὰς ἑτέρων εὐτυχίας ἰδίας ὑπελάμβανον εἶναι κακοπραγίας καὶ ἅμα διὰ τὴν παλαιὰν καὶ τρόπον τινὰ φύσει γεγενημένην πρὸς Ἰουδαίους ἀπέχθειαν ἤσχαλλον ἐπὶ τῷ γεγενῆσθαί τινα βασιλέα Ἰουδαῖον οὐχ ἧττον, ἢ εἰ αὐτός τις ἕκαστος βασιλείαν προγονικὴν ἀφῄρητο.