Ancient Greek · ~1 min
Section 31
Philo Judaeus, In Flaccum 31
Not analysed yet
ἔδει γὰρ ἥκειν εἰς ἐπικράτειαν ἑτέρου δυνάμενον πλῷ χρησάμενον εἰς τὴν οἰκείαν ἀσφαλῶς παραπεμφθῆναι; καὶ γὰρ εἰ Γάιος ἐπέτρεπε, μᾶλλον δ’ ἠνάγκαζεν, ἐχρῆν ἐκλιπαρήσαντα παραιτήσασθαι τὴν ἐνθάδε ἄφιξιν, ἵνα μὴ παρευημερηθεὶς ὁ τῆς χώρας ἡγεμὼν ἀδοξῇ. “