Ancient Greek · ~1 min
Section 39
Philo Judaeus, In Flaccum 39
Not analysed yet
εἶτ’ ἐκ τοῦ περιεστῶτος ἐν κύκλῳ πλήθους ἐξήχει βοή τις ἄτοπος Μάριν ἀποκαλούντων —οὕτως δέ φασι τὸν κύριον ὀνομάζεσθαι παρὰ Σύροις —· ᾔδεσαν γὰρ Ἀγρίππαν καὶ γένει Σύρον καὶ Συρίας μεγάλην ἀποτομὴν ἔχοντα, ἧς ἐβασίλευε. ταῦτα δὲ ἀκούων, μᾶλλον δὲ ὁρῶν ὁ Φλάκκος,