Ancient Greek · ~2 min
Section 41
Philo Judaeus, In Flaccum 41
Not analysed yet
ὅπερ συναισθόμενος ὁὁ ὄχλος —οὐχ ὁὁ καθεστὼς καὶ δημοτικός, ἀλλ’ ὁ πάντα θορύβου καὶ ταραχῆς εἰωθὼς ἀναπιμπλάναι διὰ φιλοπραγμοσύνην καὶ ζῆλον ἀβιώτου βίου καὶ τὴν ἐξ ἔθους ἀργίαν καὶ σχολήν, πρᾶγμα ἐπίβουλον —συρρυέντες εἰς τὸ θέατρον ἐξ ἑωθινοῦ Φλάκκον ἤδη τιμῶν ἀθλίων ἐωνημένοι, ἃς ὁ δοξομανὴς καὶ παλίμπρατος ἐλάμβανεν οὐ καθ’ αὑτοῦ μόνον ἀλλὰ καὶ τῆς κοινῆς ἀσφαλείας, ἀνεβόησαν ἀφ’ ἑνὸς συνθήματος εἰκόνας ἐν ταῖς προσευχαῖς ἀνατιθέναι, καινότατον καὶ μηδέπω πραχθὲν εἰσηγούμενοι παρανόμημα.