Ancient Greek · ~1 min
Section 52
Philo Judaeus, In Flaccum 52
Not analysed yet
τὴν μὲν οὖν τῶν φιλαπεχθημόνων καὶ μετὰ τέχνης ἐπιβουλευόντων ὁρμὴν ἔφαμεν, δι’ ἣν οἱ μὲν ἐπηρεάζοντες οὐ δόξουσιν ἀδικεῖν, τοῖς δ’ ἐπηρεαζομένοις οὐκ ἀσφαλὲς ἐναντιοῦσθαι. οὐ γάρ ἐστιν, ὦ γενναῖοι, τιμὴ καταλύειν νόμους, ἔθη πάτρια κινεῖν, ἐπηρεάζειν τοῖς συνοικοῦσι, διδάσκειν καὶ τοὺς ἐν ταῖς ἄλλαις πόλεσιν ὁμοφροσύνης ἀλογεῖν.