Ancient Greek · ~1 min
Section 58
Philo Judaeus, In Flaccum 58
Not analysed yet
Καὶ ταῦτα μὲν εἰ καὶ ἀφόρητα, ἀλλ’ οὖν τοῖς αὖθις πεπραγμένοις συγκρινόμενα οἰστά. πενία γὰρ χαλεπὸν μέν, καὶ μάλισθ’ ὅταν κατασκευάζηται πρὸς ἐχθρῶν, ἔλαττον δὲ τῆς εἰς τὰ σώματα ὕβρεως, κἂν ᾖ βραχυτάτη.