Ancient Greek · ~1 min
Section 64
Philo Judaeus, In Flaccum 64
Not analysed yet
μηκέτι στέγειν δυνάμενοι τὰς ἐνδείας, οἱ μὲν ἐπὶ συγγενῶν καὶ φίλων, πρότερον οὐκ εἰωθότες, οἰκίας ἦλθον ἔρανον αὐτὰ τὰ ἀναγκαῖα αἰτήσοντες, οἱ δ’ ἀπὸ φρονήματος εὐγενοῦς τὴν μεταιτῶν τύχην ὡς δουλοπρεπῆ καὶ ἀνελεύθερον ἐκτρεπόμενοι προῆλθον εἰς ἀγορὰν οὐδενὸς ἑτέρου χάριν ἢ τοῦ πρίασθαι τοῖς τε οἰκείοις καὶ ἑαυτοῖς τροφάς, οἱ δυστυχεῖς.