Ancient Greek · ~1 min
Section 66
Philo Judaeus, In Flaccum 66
Not analysed yet
μυρίους μέντοι καὶ ἄλλους πολυτρόποις κακῶν ἰδέαις ἐπιτετηδευμέναις εἰς χαλεπὴν ὠμότητα κατειργάσαντο καὶ διέφθειραν οἱ λελυττηκότες ὑπ’ ἀγριότητος |εἰς θηρίων φύσιν· τοὺς γὰρ ὅπῃ τύχοι φανέντας τῶν Ἰουδαίων ἢ κατέλευον ἢ ξύλοις κατέκοπτον οὐκ εὐθὺς ἐπὶ τὰ καιριώτατα μέρη τὰς πληγὰς φέροντες, ἵνα μὴ θᾶττον τελευτήσαντες θᾶττον καὶ τὴν τῶν ὀδυνηρῶν ἀντίληψιν ἀπόθωνται.