Ancient Greek · ~1 min
Section 68
Philo Judaeus, In Flaccum 68
Not analysed yet
ἤδη δὲ καὶ γενεὰς ὅλας, ἄνδρας μετὰ γυναικῶν, τέκνα νήπια μετὰ γονέων, ἐνέπρησαν οἱ πάντων ἀνηλεέστατοι κατὰ μέσην τὴν πόλιν, μὴ γῆρας, μὴ νεότητα, μὴ παίδων ἄκακον ἡλικίαν οἰκτισάμενοι· καὶ ὁπότε ξύλων ὕλης ἀπορήσειαν, φρύγανα συλλέγοντες καπνῷ τὸ πλέον ἢ πυρὶ διέφθειρον, οἰκτρότερον καὶ ἐπιμηκέστερον ὄλεθρον τοῖς δειλαίοις τεχνάζοντες, ὧν τὰ σώματα ἡμίφλεκτα ἀναμὶξ ἔκειτο, χαλεπὴ καὶ ὀδυνηροτάτη θέα.