Ancient Greek · ~1 min
Section 71
Philo Judaeus, In Flaccum 71
Not analysed yet
καὶ τελευτησάντων, οὐδὲν ἧττον ἀτελεύτητα μηνιῶντες βαρυτέρας αἰκίας τοῖς σώμασιν ἐπέφερον, διὰ πάντων ὀλίγου δέω φάναι τῶν τῆς πόλεως στενωπῶν κατασύροντες, ἕως ὁ νεκρὸς δοράς, σάρκας, ἶνας ὑπὸ τῆς τῶν ἐδάφων ἀνωμαλίας καὶ τραχύτητος περιθρυφθείς, καὶ τῶν ἡνωμένων μερῶν τῆς συμφυίας διαστάντων καὶ διασπαρέντων ἀλλαχόσε ἄλλων, ἐδαπανήθη.