Ancient Greek · ~1 min
Section 82
Philo Judaeus, In Flaccum 82
Not analysed yet
ὁ δ’ ἐν αὐταῖς παρηνόμει καὶ ἐτιμωρεῖτο τοὺς μηδὲν ἀδικοῦντας, οὓς ἐνῆν αὖθις, εἴπερ ἐβούλετο, κολάζειν. ἀλλ’ ἔσπευδε καὶ κατήπειγεν ἕνεκα τῆς πρὸς τὸν ἐναντίον ὄχλον ἀρεσκείας, ταύτῃ νομίζων ἐξοικειώσασθαι μᾶλλον αὐτὸν εἰς ἅπερ διενοεῖτο.