Ancient Greek · ~1 min
Section 89
Philo Judaeus, In Flaccum 89
Not analysed yet
δὲ στένοντες, ἡδόμενοι μὲν ἐπὶ τῷ διελεγχθήσεσθαι τὸ συκοφάντημα ἐξ ἑαυτοῦ, δυσχεραίνοντες δέ, ὅτι πρῶτον μὲν αἱ τηλικαῦται διαβολαὶ κατ’ αὐτῶν προπιστεύονται συντιθέμεναι πρὸς ἐχθρῶν, ἔπειτα δ’, ὅτι γύναια κατάκλειστα μηδὲ τὴν αὔλειον προερχόμενα καὶ θαλαμευόμεναι παρθένοι, δι’ αἰδῶ τὰς ἀνδρῶν ὄψεις καὶ τῶν οἰκειοτάτων ἐκτρεπόμεναι, τότε οὐ μόνον ἀσυνήθεσιν ἀλλὰ καὶ στρατιωτικὸν δέος ἐπανατεινομένοις ἐμφανεῖς ἐγένοντο.