Ancient Greek · ~2 min
Section 92
Philo Judaeus, In Flaccum 92
Not analysed yet
καίτοι γ’ οὐ πρὸ πολλοῦ τῶν κατὰ τὴν χώραν Αἰγυπτίων ὁπλολογηθέντων ὑπὸ Βάσσου τινός, ᾧ προσέταξεν ὁ Φλάκκος τουτὶ τὸ ἔργον, [ἀλλ’] ἦν τότε ἰδεῖν στόλον μὲν πολὺν νεῶν καταπεπλευκότα καὶ ἐνορμοῦντα τοῖς τοῦ ποταμοῦ λιμέσι, γέμοντα παντοίων ὅπλων, ἀχθοφόρα δ’ ὑποζύγια παμπληθῆ συνδεδεμένων δοράτων φορμηδὸν ἀφ’ ἑκατέρας πλευρᾶς εἰς τὸ ἰσόρροπον, τὰς δὲ ἀπὸ τοῦ στρατοπέδου πάσας σχεδὸν ἁρμαμάξας μεστὰς πανοπλιῶν, αἳ στοιχηδὸν ὑπὸ μίαν ὄψιν καὶ τὴν αὐτὴν σύνταξιν ἐν κόσμῳ προῄεσαν· τὸ δὲ μεταξὺ τῶν λιμένων καὶ τῆς ἐν τοῖς βασιλείοις ὁπλοθήκης, εἰς ἣν ἔδει κατατεθῆναι τὰ ὅπλα, δέκα σταδίων που διάστημα σύμπαν ἔχον.